Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.59 Dem. 43.62 (English) >>Dem. 43.65

43.61ἔστιν δʼ νῦν ἀγὼν καὶ διαδικασία οὐκ εἴ τις ἕτερος ἑτέρου πρότερος ὕστερος τετελεύτηκεν, ἀλλʼ εἰ μὴ προσήκει ἐξελαθῆναι ἐκ τοῦ οἴκου τοῦ Ἁγνίου τοὺς οἰκείους τοὺς Ἁγνίου, ἀνεψιοὺς ὄντας καὶ ἀνεψιῶν παῖδας Ἁγνίᾳ πρὸς πατρός, ὑπὸ τῶν ἐκ τοῦ Στρατίου οἴκου καὶ μηδὲν προσηκόντων ὥστε κληρονομεῖν τῶν Ἁγνίου, ἀλλὰ γένει ἀπωτέρω ὄντων. περὶ τούτου νῦν ἐσθʼ ἀγών.

43.62ἔτι δὲ σαφέστερον γνώσεσθε, ἄνδρες δικασταί, καὶ ἐκ τοῦδε τοῦ νόμου, ὅτι Σόλων νομοθέτης σπουδάζει περὶ τοὺς οἰκείους, καὶ οὐ μόνον δίδωσιν τὰ καταλειφθέντα, ἀλλὰ καὶ προστάγματα ποιεῖται τὰ δυσχερῆ ἅπαντα τοῖς προσήκουσι. λέγε τὸν νόμον.Νόμος

τὸν ἀποθανόντα προτίθεσθαι ἔνδον, ὅπως ἂν βούληται. ἐκφέρειν δὲ τὸν ἀποθανόντα τῇ ὑστεραίᾳ ἂν προθῶνται, πρὶν ἥλιον ἐξέχειν. βαδίζειν δὲ τοὺς ἄνδρας πρόσθεν, ὅταν ἐκφέρωνται, τὰς δὲ γυναῖκας ὄπισθεν. γυναῖκα δὲ μὴ ἐξεῖναι εἰσιέναι εἰς τὰ τοῦ ἀποθανόντος μηδʼ ἀκολουθεῖν ἀποθανόντι, ὅταν εἰς τὰ σήματα ἄγηται, ἐντὸς ἑξήκοντʼ ἐτῶν γεγονυῖαν, πλὴν ὅσαι ἐντὸς ἀνεψιαδῶν εἰσι· μηδʼ εἰς τὰ τοῦ ἀποθανόντος εἰσιέναι, ἐπειδὰν ἐξενεχθῇ νέκυς, γυναῖκα μηδεμίαν πλὴν ὅσαι ἐντὸς ἀνεψιαδῶν εἰσίν.

43.63οὐκ ἐᾷ εἰσιέναι οὗ ἂν τετελευτηκώς, οὐδεμίαν γυναῖκα ἄλλην τὰς προσηκούσας μέχρι ἀνεψιότητος, καὶ πρὸς τὸ μνῆμα ἀκολουθεῖν τὰς αὐτὰς ταύτας. Φυλομάχη τοίνυν Πολέμωνος ἀδελφὴ τοῦ πατρὸς τοῦ Ἁγνίου οὐκ ἀνεψιὰ ἦν Ἁγνίᾳ, ἀλλὰ τηθίς· ἀδελφὴ γὰρ ἦν Πολέμωνος τοῦ πατρὸς τοῦ Ἁγνίου. Εὐβουλίδης δὲ υἱὸς ταύτης τῆς γυναικὸς ἀνεψιὸς ἦν πρὸς πατρὸς Ἁγνίᾳ, οὗ ἐστιν κλῆρος. τοῦ δʼ Εὐβουλίδου ἦν θυγάτηρ τούτου τοῦ παιδὸς μήτηρ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.59 Dem. 43.62 (English) >>Dem. 43.65

Powered by PhiloLogic